Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τεῖχος, ἐπεὶ πέλε μῶλος ἀάσχετος· ἀλλʼ ἄρα καὶ ὥς
  2. ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης
  3. παύσανθʼ, οὕνεχʼ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα
  4. ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
  5. πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ·
  6. αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε, καὶ ἀργαλέοιο κυδοιμοῦ
  7. παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο
  8. ἐν κονίῃς ἐριπόντας· Ἀχαιοὶ δʼ ἔξοχα πάντων
  9. Πηνέλεων μύροντο· βάλον δʼ ἐπὶ σῆμα θανόντι
  10. εὐρὺ μάλʼ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον·
  11. πληθὺν δʼ αὖτʼ ἀπάνευθε δαϊκταμένων ἡρώων
  12. θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμὸν
  13. πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες
  14. καὶ τάφον. ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
  15. τάρχυσαν κταμένους. ὀλοὴ δʼ Ἔρις οὐκ ἀπέληγεν,