Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ῥιπῆς οὔτι κατιθὺς ὑπερκύπτουσι κολώνης,
- ἀλλʼ ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας
- ἀγρόμεναι, θάμνοισι δʼ ὑπὸ σκιεροῖσι νέμονται
- ἰλαδόν, ὄφρʼ ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι·
- ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον
- Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.
- αὐτὰρ ὁ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν,
- εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
- ὀψέ περ· οἱ δʼ ἄλληκτον ἀφʼ ἕρκεος αἰπεινοῖο
- δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
- κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ
- λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.
- αὕτως δʼ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο
- Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,
- ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δʼ ἀμφὶ μακεδνὸν