Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κάππεσε λοίγιον ἔγχος· ἄφαρ δʼ ἀνεχάσσατʼ ὀπίσσω
  2. οἰσέμεν ἐγχείην· τὴν γάρ τʼ ἔχεν ἔκβαλε χειρός.
  3. Ἀτρεῖδαι δ̓ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο.
  4. τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεγκαν
  5. ἀαγὲς δόρυ μακρόν, ὃ πολλῶν γούνατʼ ἔλυσε·
  6. δεξάμενος δʼ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,
  7. κτείνων ὅν κε κίχῃσι, πολὺν δʼ ὑπεδάμναθʼ ὅμιλον.
  8. Ἔνθʼ οὔτʼ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτε τις ἄλλος
  9. ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας
  10. ἀργαλέον· πᾶσιν γὰρ ἐπέσσυτο πῆμα κορύσσων
  11. Εὐρύπυλος· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε.
  12. κέκλετο δʼ αὖ Τρώεσσιν ἰδʼ ἱπποδάμοις ἑτάροισιν·
  13. ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἐνὶ στέρνοισι λαβόντες
  14. τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρʼ ἀΐδηλον,
  15. οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται