Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες
- ὑσμίνης ὀλοῆς, ἧς παιδόθεν ἴδμονές εἰμεν.
- ὣς φάτο· τοὶ δʼ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν·
- οἱ δὲ μέγα τρομέοντες ἀπʼ ἀργαλέοιο κυδοιμοῦ
- φεῦγον· τοὶ δʼ ἐφέποντο κύνες ὣς ἀργιόδοντες
- κεμμάσιν ἀγροτέρῃσιν ἀνʼ ἄγκεα μακρὰ καὶ ὕλην.
- πολλοὺς δʼ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας
- ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.
- Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα
- νῆσόν τε Χρόμιόν τε καὶ Ἄντιφον· οἱ δὲ Μυκήνην
- ᾤκεον εὐκτέανον, τοὶ δʼ ἐν Λακεδαίμονι ναῖον·
- τοὺς ἄρʼ ὅ γʼ ἐξενάριξεν ἀριγνώτους περ ἐόντας.
- ἐκ δʼ ἄρα πληθύος εἷλεν ἀάσπετα φῦλʼ ἀνθρώπων
- ὅσσα μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι,
- οὐδʼ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη.