Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τῇ θνητοὶ νίσσονται ὑπὸ σπέος εὐρὺ θεάων·
  2. ἡ δ ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες
  3. ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται
  4. μέχρις ἐπʼ Ἀΐδονῆος ὑπερθύμοιο βέρεθρον·
  5. ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι.
  6. τῶνδʼ αὖτʼ ἀμφὶ Μαχάονʼ ἰδʼ Ἀγλαΐης κλυτὸν υἷα [*](Zimmermann, for ἀμφὶ Μαχάονα δῖον, with lacuna, of Koechly.)
  7. μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος·
  8. ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες
  9. πολλά περ· αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν
  10. παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατʼ ὀϊζὺς
  11. ἀργαλέου πολέμοιο· πόνῳ δʼ ἐνέμιμνον ἀνάγκῃ.
  12. ἀλλʼ ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς
  13. κῆρας ἀνʼ αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,
  14. δὴ τότʼ ἄρʼ Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν,
  15. ὅσσους Εὐρύπυλος μέγʼ ἐπῴχετο πῆμα κυλίνδων.