Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἱρὸν Νυμφάων, ὁπόσαι περὶ μακρὰ νέμονται
  2. οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν
  3. ναίουσʼ Ἡράκλειαν· ἔοικε δὲ κεῖνο θεοῖσιν
  4. ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι
  5. λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ
  6. κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ
  7. λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν
  8. αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται·
  9. ἀμφʼ αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τʼ ἐρατειναί,
  10. ἱστοί τʼ ἠλακάται τε, καὶ ἄλλʼ ὅσα τεχνήεντα
  11. ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν
  12. εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο·
  13. τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι τʼ ἄνοδοί τε,
  14. ἡ μὲν πρὸς βορέαο τετραμμένη ἠχήεντος
  15. πνοιάς, ἡ δὲ νότοιο καταντίον ὑγρὸν ἀέντος,