Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἵματι δεῦον Ἄρηα μετʼ Ἀργείοισι θορόντες·
  2. Εὐρύπυλος δʼ ἐν τοῖσι μελαίνῃ λαί λαίλαπι ἶσος
  3. λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε
  4. θαρσαλέως· μάλα γάρ οἱ ἀάσπετον ὤπασε κάρτος
  5. Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἡρακλῆι.
  6. ἔνθʼ ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα
  7. μαρνάμενον Τρώεσσι βάλευ περιμήκεϊ δουρὶ
  8. βαιὸν ὑπὲρ πρότμησιν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης·
  9. ἐκ δέ οἱ αἷμʼ ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη,
  10. δεύετο δʼ ἀγλαὸν εἶδος ἄμʼ εὐθαλέεσσι κόμῃσι·
  11. κεῖτο δʼ ἄρʼ ἐν κονίῃσι καὶ αἵματι σὺν κταμένοισιν,
  12. ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο,
  13. ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα
  14. σύν τʼ ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας
  15. ῥιζόθεν, ἡ δʼ ἄρα κεῖται ὑπʼ ἄνθεσι βεβριθυῖα·