Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σὺν δʼ ἔπεσον ῥινοί τε καἲ ἔγχεα καὶ τρυφάλειαι
  2. πλησίον· ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε·
  3. φρῖξε δʼ ἄρʼ ἐγχείῃσι μάχη· περὶ δʼ αἵματι πάντῃ
  4. δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων
  5. ἵππων τʼ ὠκυπόδων, οἵ θʼ ἅρμασιν ἀμφεκέχυντο,
  6. οἱ μὲν ἔτʼ ἀσπαίροντες ὑπʼ ἄξοσιν, οἱ δʼ ἐφύπερθεν
  7. πίπτοντες· στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή·
  8. ἐν γὰρ δὴ χάλκειος ἔρις πέσεν ἀμφοτέροισι·
  9. καί ῥʼ οἱ μὲν λάεσσιν ἀταρτηροῖσι μάχοντο, [*](Zimmermann, for ἀταρτηρῶς ἐμάχοντο of v.)
  10. οἱ δʼ αὖτʼ αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν,
  11. ἄλλοι δʼ ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι
  12. καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν,
  13. ἄλλος δʼ ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.
  14. πρῶτοι δʼ Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας
  15. βαιὸν ἀπὸ σφείων· τοὶ δʼ ἔμπαλιν ὁρμήσαντες