Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Μηριόνης δὲ Λυκῶνα, καὶ Ἀρχίλοχον Μενέλαος,
  2. ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάασκε
  3. πέτρην θʼ Ἡφαίστοιο περίφρονος, ἥ τε βροτοῖσι
  4. θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ
  5. ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  6. φοίνικες θαλέθουσι, φέρουσι δʼ ἀπείρονα καρπόν,
  7. ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που
  8. ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.
  9. Τεῦκρος δʼ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην
  10. ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ·
  11. καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν
  12. ἰὸν ἀπὸ γναμπτοῖο κεράατος· ὃς δʼ ἀλεγεινὸν
  13. ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δʼ ὕπο νευρὴ
  14. εἰσέτι που κανάχιζεν· ὁ δʼ ἀντίον ἀσπαίρεσκε
  15. βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ