Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα διώξῃ·
  2. ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν
  3. ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτʼ ὀπήδει.
  4. αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον
  5. ἄμφω Κητείους, τὸν δούρατι, τὸν δʼ ἀλεγεινῷ
  6. ἄορι δῃώσας. Σθένελος δʼ ἕλε δῖον Ἄβαντα
  7. αἰγανέην προϊείς· ἡ δʼ ἀσφαράγοιο διαπρὸ
  8. ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίου ἦλθε τένοντα·
  9. λῦσε δʼ ἄρʼ ἀνέρος ἦτορ, ὑπέκλασε δʼ ἅψεα πάντα.
  10. Τυδείδης δʼ ἕλε Λαόδοκον, Μέλιον δ ʼ Ἀγαμέμνων,
  11. Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον· αὐτὰρ Ἀγήνωρ
  12. Ιππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα,
  13. ὅς ῥʼ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδʼ ἐρατεινὰ
  14. θρέπτρα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.
  15. ἔνθα Θόας ἐδάμασσε Λάλον καὶ ἀγήνορα Λύγκον,