Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀλλʼ ὁ παρʼ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων,
- οὕνεκʼ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην·
- τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.
- ἀλλʼ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα
- ἄλλα μὲν ἐν Τρώεσσιν ὀΰτεεν, ἄλλα δέ οἱ κῆρ
- ἐν κραδίῃ μενέαινε· φίλον δʼ ἀνὰ θυμὸν ἔειπεν·
- ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ σοὶ μέγα πῆμα,
- ὤλεο λευγαλέως· ἐμὲ δʼ ἐν στυγερῇ κακότητι
- κάλλιπες ἐλπομένην ὀλοώτερα πήματʼ ἰδέσθαι.
- ὡς ὄφελόν μʼ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν,
- ὁππότε σοίγʼ ἑπόμην ὀλοῇ ὑπὸ δαίμονος Αἴσῃ·
- νῦν δʼ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδʼ ἐμοὶ αὐτῇ
- αἰνομόρῳ· πάντες δέ μʼ ἀάσπετον ἐρρίγασι,
- πάντες δʼ ἐχθαίρουσιν ἐμόν κέαρ· οὐδέ πῃ οἶδα
- ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,