Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- γυῖα δʼ ὑπεκλάσθησαν· ἔπος δʼ ὀλοφύρατο τοῖον·
- ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἐπὶ πένθεϊ πένθος
- κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
- παίδων ἔσκες ἐμεῖο μεθʼ Ἕκτορα· τῷ νύ σε λυγρὴ
- κλαύσομαι, εἰσόκε μοι κραδίῃ ἔνι πάλλεται ἦτορ·
- οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα
- μήδετο λοίγια ἔργα, τὰ μὴ ὤφειλον ὀτλῆσαι,
- ἀλλʼ ἔθανον τὸ πάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ·
- νῦν δʼ ἐπὶ πήματι πῆμα μετʼ ὄμμασι δέρκομαι αἰεὶ
- ἐλπομένη καὶ ἔτʼ ἄλλα κακώτερα θηήσασθαι,
- παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα
- καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,
- σύν τε νυοὺς θύγατράς τε μετὰ Τρωῇσι καὶ ἄλλαις
- ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπʼ ἀνάγκῃ.
- ὣς φάτο κωκύουσα· πόσις δέ οἱ οὔ τι πέπυστο·