Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀμφίπολοι θάμβησαν ἀολλέες ἠλὲ δαὶ αὐτὴ
- Οἰνώνη· ὁ δʼ ἄρʼ αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς,
- λυγρῇ ὑπʼ ὠτειλῇ δεδμημένος, ἥ οἱ ἄεξεν
- ἀμφὶ μέλαινʼ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι
- μυελὸν ἐς λιπόωντα διʼ ὀστέου, οὕνεκα νηδὺν
- φάρμακον αἰνὸν ἔπυθε κατʼ οὐτάμενον χρόα φωτός.
- τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ·
- ὡς δʼ ὅτε τις νούσῳ τε καὶ ἀργαλέῃ μέγα δίψῃ
- αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,
- ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς
- ψυχή οἱ πεπότητʼ ἐπὶ χείλεσιν αὐαλέοισιν
- ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·
- ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ·
- καί ῥʼ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν·
- ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ