Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κυανέας ἀφίκοντο θοῶς· τοὺς γάρ ῥα κυδοιμοῦ
  2. νύξ ἀπέπαυσε μέλαινα, μόγον δʼ ἐξείλετο γυίων
  3. ὕπνον ἐπὶ βλεφάροισι πόνου ἀλκτῆρα χέασα.
  4. ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠώ·
  5. οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν
  6. παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν
  7. Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ κῆρας ἀλύξαι,
  8. ἢν ἐθέλῃ· ὁ δʼ ἄρʼ αἶψα θεοπροπίῃσι πιθήσας
  9. ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη
  10. κουριδίης εἰς ὦπα· λυγροί γε μὲν ἀντιόωντες
  11. κὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἱ δʼ ἀνὰ χεῖρα
  12. σκαιὴν ἀΐσσοντες· ὁ δέ σφεας ἄλλοτε μέν που
  13. δείδιεν εἰσορόων, ὁτὲ δʼ ἀκράαντα πέτεσθαι
  14. ἔλπετο· τοὶ δέ οἱ αἰνὸν ὑπʼ ἄλγεσι φαῖνον ὄλεθρον.
  15. ἷξε δʼ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δʼ ἐσιδοῦσαι