Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ μὲν ἄναξ Ἀθάμας κινυρὴν ὠδύρετο νύμφην,
  2. ἀλλὰ λιπὼν ἄμνηστον ἀκηρύκτου πόθον Ἰνοῦς
  3. δισσοτόκου Νεφέλης προτέρης μετὰ δέμνια νύμφης
  4. ἁβρὰ βαθυζώνοιο μετέστιχε λέκτρα Θεμιστοῦς,
  5. καὶ τρίτον εἰς ὑμέναιον ἄγων Ὑψηίδα κούρην
  6. Ἰνοῦς ῥῖψεν ἔρωτα· καὶ ὡς τροφὸς ἁβρὸν ἀθύρων,
  7. ὑψιπόρῳ στροφάλιγγι μετάρσιον ἠέρι πέμπων,
  8. κούφισε παππάζοντα παρηγορέων Μελικέρτην·
  9. καί οἱ δακρυχέοντι γαλακτοφόρου περὶ θηλῆς
  10. ἄρσενα μαζὸν ὄρεξε, πόθον δʼ ἀνέκοψε τεκούσης.
  11. ἐκ λεχέων δʼ Ἀθάμαντος ἀνηέξησε Θεμιστὼ
  12. υἱέας εὐθώρηκας, ἀλεξητῆρας Ἐνυοῦς,
  13. Σχοινέα καὶ Λεύκωνα, νέην εὐήνορα φύτλην,
  14. πρωτοτόκοις ὠδῖσιν· ἐπʼ ἀμφοτέροισι δὲ μήτηρ
  15. ξυνῆς δισσὰ γένεθλα μιῆς βλάστημα λοχείης
  16. γείνατο Πορφυρέωνα καὶ ἔτρεφε πίονι μαζῷ
  17. Πτοῖον, ἀλεξικάκοιο θάλος παιδήιον ἥβης,
  18. ἄμφω τηλυγέτους καὶ ὁμήλικας, οὕς ποτε μήτηρ
  19. μητρυιῆς ἅτε παῖδας ἀπηλοίησε Θεμιστώ,
  20. δίπτυχον ἀγλαόπαιδος ὀιομένη γένος Ἰνοῦς.