Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λυσιπόνῳ ῥαθάμιγγι μεμηνότα γυῖα διαίνων.
  2. καὶ χρόνον αὐτόθι μίμνεν ἔσω Παρνησίδος ὕλης
  3. τέτρατον εἰς λυκάβαντα, καὶ ὀμφαίῃ παρὰ πέτρῃ
  4. εἰσέτι νηπιάχοιο χοροὺς ἱδρύσατο Βάκχου
  5. Φοίβου μαντοσύνῃσι· σὺν ἀγρύπνοισι δὲ πεύκαις
  6. Κωρυκίδες θυόεντα μετέστιχον ὄργια Βάκχαι,
  7. καὶ ζαθέαις παλάμῃσιν ἀλεξητήρια λύσσης
  8. φάρμακα συλλέξαντο καὶ ἰήσαντο γυναῖκα.
  9. Κεκλομένου δʼ Ἀθάμαντος ὀπάονες ἦσαν ἀλῆται
  10. πάντοθι μαστεύοντες· ὀριπλανέες δὲ καὶ αὐταὶ
  11. δμωίδες ἐστιχόωντο πολυστρέπτοισι πορείαις
  12. διζόμεναι περίφοιτον ἀπευθέος ἴχνος ἀνάσσης
  13. πλαζομένης ἀκίχητα· φιλοθρήνων δὲ γυναικῶν
  14. στυγνὸς ἐρευθιόωσαν ὄνυξ ἤμυσσε παρειήν,
  15. καὶ ῥοδέοις ἐκόρυσσαν ἑκούσια δάκτυλα μαζοῖς·
  16. καὶ πολὺν οἰμωγῇσι διʼ ἄστεος ἦχον ἰάλλων
  17. πενθαλέης ὀλόλυξε βεβυσμένος οἶκος ἀνίης·
  18. καὶ πλέον αἰολόμητις ἐδέχνυτο Μύστις ἀνάγκην,
  19. εἶχε δὲ διπλόον ἄλγος ἀλωομένης ἔτι δειλῆς
  20. Ἰνοῦς τλησιπόνοιο καὶ ἁρπαμένου Διονύσου.