Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀλλὰ μεθʼ ἑρπηστῆρα, μετʼ ἄγρια φῦλα Γιγάντων,
- Ἐκτήνων προμάχοισι καὶ Ἄονι μάρνατο λαῷ
- βάρβαρον ἀμώων στάχυν Ἄρεος, ἀγχιπόροις δὲ
- ἔχραε Τεμμίκεσσι· καλεσσαμένῳ δὲ μαχητὰς
- ποικίλος ἑσμὸς ἵκανε περικτιόνων ἐπικούρων.
- καὶ διδύμαις στρατιῇσιν Ἔρις ξύνωσεν Ἐνυῷ
- φύλοπιν ὠδίνουσα· συνερχομένων δὲ κυδοιμῷ
- τόξον ἐκυκλώθη, δόρυ πάλλετο, σείετο πήληξ,
- καὶ βέλος ἐρροίζησεν, ἐπʼ ὀμφαλόεντι δέ κύκλῳ
- βαλλομένη μυλόεντι λίθῳ σμαράγησε βοείη.
- καὶ κταμένων ῥέεν αἷμα· πολὺς δʼ ἐπὶ φορβάδι γαίῃ
- ἡμιθανής προκάρηνος ἀνὴρ κεκύλιστο κονίῃ.
- καὶ στρατὸς ἀντιβίων ἱκέτης ἐκλίνετο Κάδμῳ·
- λῦτο δʼ ἀγών. Φονίην δὲ μετὰ στροφάλιγγα κυδοιμοῦ
- Κάδμος ἀπυργώτοιο θεμείλια πήγνυε Θήβης.
- πολλαὶ δʼ ἔνθα καὶ ἔνθα μεριζομένων κενεώνων
- αὔλακες ἐτμήγοντο, πολυσχιδέων δὲ κελεύθων
- ἕδρανα καρχαρόδοντι βοῶν κεχάρακτο σιδήρῳ·
- πολλαὶ δʼ ἀντιπόρων ἀνέμων τετράζυγι κόσμῳ
- ἔμμοροι ἐν χόρτοισιν ἐμετρήθησαν ἀγυιαί.