Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ βοέου κερόεντος ἀρασσομένοιο μετώπου
  2. πρηνὴς μόσχος ἔπιπτε· δαϊζομένης δὲ σιδήρῳ
  3. πλευρὰ διατμήξαντες ἐμιστύλαντο μαχαίρῃ,
  4. καὶ βοέην τρηχεῖαν ἐγυμνώσαντο καλύπτρην
  5. ἐκταδίην· ὁ δὲ φαιδρὸν ἐπὶ χθονὶ φᾶρος ἑλίξας
  6. αὐτὸς ἄναξ πεπόνητο, καὶ εὐφυέων κρέα μηρῶν
  7. ὠμὰ διατμήξας ἐκαλύψατο δίξυγι δημῷ
  8. μιστύλλων κατὰ βαιόν, ἐπʼ ἀνθρακιῇ δὲ τανύσσας
  9. σπλάγχνα σιδηρείοισι πεπαρμένα μακρὰ κορύμβοις
  10. εἴρυσεν, ὀπτήσας ἁπαλῷ πυρί· μεσσοπαγῆ δὲ
  11. ἀκροπόρῳ στοιχηδὸν ἄγων τετορημένα χαλκῷ
  12. ἀνθοκόμου κατέθηκε χαμαιζήλοιο τραπέζης
  13. δαιτρός, ἐπασσυτέρους ὀβελοὺς ζείοντας ἀείρας.
  14. καὶ θυόεις ἐλέλικτο διʼ ἠέρος ἀτμὸς ἀλήτης
  15. Ἀσσυρίης λιβάνοιο. τελειομένης δὲ θυηλῆς
  16. δεῖπνον ἔην, καὶ Κάδμος ἑλὼν ἐπένειμεν ἑκάστῳ
  17. κεκριμένης ὀρέγων ἰσοελκέα μοῖραν ἐδωδῆς.
  18. δαιτυμόνων δὲ φάλαγγες ἐπʼ εὐκύκλοιο τραπέζης
  19. εἰλαπίνης ἀπέθεντο πόθον κεκορηότι θυμῷ.
  20. οὐδὲ δρακοντοφόνῳ καμάτων τέλος ἔπλετο Κάδμῳ,