Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἢ κυσὶν ὑμετέροισιν· ἐσαθρήσῃ δὲ Κιθαιρὼν
- μητέρα καὶ μετὰ παῖδα κυνοσπάδα· μηδέ με δειλὴν
- σῶν ἐλάφων μεθέπουσαν ἴσην κεραελκέα μορφὴν
- ἄγρια μαστίζουσα τεῇ ζεύξειας ἀπήνῃ.
- χαῖρε φυτὸν Πενθῆος, ἀμείλιχε χαῖρε Κιθαιρών·
- χαίρετε καὶ νάρθηκες ἀμερσινόου Διονύσου·
- σώζεό μοι, Φαέθων τερψίμβροτε· λάμπε κολώναις·
- λάμπε καὶ ἀμφοτέροις, Λητωίδι καὶ Διονύσῳ·
- εἰ δὲ τεαῖς ἀκτῖσι καὶ ἀνέρας οἶσθα δαμάσσαι,
- σῷ καθαρῷ πυρὶ βάλλε καὶ Αὐτονόην καὶ Ἀγαύην·