Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐκ ἴδες ἀλλοῖον τύπον υἱέος, οὐ τρίχα νεβροῦ,
  2. οὐ χηλὴν ἀνόνητον ἐκούφισας ἠὲ κεραίην·
  3. μούνη δʼ ἔδρακον υἷα νόθον νέκυν, ἀλλοφυῆ δὲ
  4. καὶ στικτὴν καὶ ἄναυδον ἐκώκυον εἰκόνα μορφῆς,
  5. καὶ μήτηρ ἐλάφοιο καὶ οὐκέτι παιδὸς ἀκούω.
  6. ἀλλὰ σὺ κυδαίνουσα, Διὸς φιλοπάρθενε κούρη,
  7. ἀνδρὸς ἐμοῦ σέο Φοῖβον Ἀρισταίοιο τοκῆα
  8. εἰς ἔλαφον μετάμειψον ἐμὴν βροτοειδέα μορφήν·
  9. δὸς χάριν Ἀπόλλωνι· μετʼ Ἀκταίωνα δὲ δειλὴν
  10. τοῖς αὐτοῖς σκυλάκεσσι καὶ Αὐτονόην πόρε φορβὴν