Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἐλπὶς ὅλου βιότοιο, παραίφασις ἀφρογενείης,
- νηλειὴς ἐμὰ τέκνα βιήσατο μοῦνα Κρονίων·
- ἐννέα γὰρ πλήσασα μογοστόκα κύκλα Σελήνης
- δριμὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο
- Ἁρμονίην ἐλόχευσα, καὶ ἄλγεα ποικίλα πάσχει
- ἀχνυμένη· κούρην δὲ μογοστόκον ἔλλαχε Λητώ,
- Ἄρτεμιν Εἰλείθυιαν, ἀρηγόνα θηλυτεράων.
- τέκνον Ἀμυμώνης ὁμογάστριον, οὔ σε διδάξω,
- ὡς λάχον ἐξ ἁλὸς αἷμα καὶ αἰθέρος· ἀλλὰ τελέσσαι
- ἤθελον ἄξιον ἔργον, ὅπως παρὰ μητρὶ θαλάσσῃ
- οὐρανόθεν γεγαυῖα καὶ οὐρανὸν ἐν χθονὶ πήξω·
- ἀλλὰ κασιγνήτης ἐπὶ κάλλεϊ σεῖο--- τιταίνων
- θέλγε θεούς, καὶ μᾶλλον ἴσον βέλος εἰν ἑνὶ θεσμῷ
- πέμπε Ποσειδάωνι καὶ ἀμπελόεντι Λυαίῳ,
- ἀμφοτέροις μακάρεσσιν· ἐγὼ δέ σοι ἄξια μόχθων
- δῶρον ἑκηβολίης ἐπεοικότα μισθὸν ὀπάσσω·
- δώσω σοι χρυσέην γαμίην χέλυν, ἣν παρὰ παστῷ
- Ἁρμονίῃ πόρε Φοῖβος, ἐγὼ δέ σοι ἐγγυαλίξω
- ἄστεος ἐσσομένου μνημήιον, ὄφρά κεν εἴης
- καὶ μετὰ τοξευτῆρα λυροκτύπος, ὥς περ Ἀπόλλων.