Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- τοῖν ἔπος σοφὸν εὗρε πολύστιχον Ἑλλάδι Μούσῃ·
- Σκῆπτρον ὅλης Αὔγουστος ὅτε χθονὸς ἡνιοχεύσει,
- Ῥώμῃ μὲν ζαθέῃ δωρήσεται Αὐσόνιος Ζεὺς
- κοιρανίην, Βερόῃ δὲ χαρίζεται ἡνία θεσμῶν,
- ὁππότε θωρηχθεῖσα φερεσσακέων ἐπὶ νηῶν
- φύλοπιν ὑγρομόθοιο κατευνήσει Κλεοπάτρης·
- πρὶν γὰρ ἀτασθαλίη πολιπόρθιος οὔ ποτε λήξει
- εἰρήνην κλονέουσα σαόπτολιν, ἄχρι δικάζει
- Βηρυτὸς βιότοιο γαληναίοιο τιθήνη
- γαῖαν ὁμοῦ καὶ πόντον, ἀκαμπέι τείχεϊ θεσμῶν
- ἄστεα πυργώσασα, μία πτόλις ἄστεα κόσμου.
- καὶ θεός, ὁππότε πᾶσαν Ὀφιονίην μάθεν ὀμφήν,
- εἰς ἑὸν οἶκον ἔβαινε παλίνδρομος· ἑζομένου δὲ
- υἱέος ἐγγὺς ἔθηκεν ἑὴν χρυσήλατον ἕδρην,
- καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ
- πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
- γούνασι κουφίζουσα φίλον βάρος· ἀμφότερον δὲ
- καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ
- ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,
- οἷά περ ἀσχαλόωσα, δολόφρονα ῥήξατο φωνήν·