Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄψεαι Ὀρσιβόην μενεδήιον, αἴ κεν ἀκούσῃ
  2. Δηριάδην φεύγοντα καὶ οὐ μίμνοντα γυναῖκας;
  3. αἴδεο Χειροβίην ῥηξήνορα, μή σε νοήσῃ
  4. ὑσμίνην ἀσίδηρον ὑποπτήσσοντα Λυαίου,
  5. ἣ δόρυ θοῦρον ἔχουσα καὶ ὀχλίζουσα βοείην
  6. μάρνατο Βασσαρίδεσσι, συνεσπομένη παρακοίτῃ.
  7. χάζεό μοι Μορρῆι λιπὼν μόθον· ἢν δʼ ἐθελήσῃς,
  8. αὐτὸς ἀριστεύσω καὶ ἀνάλκιδα Βάκχον ὀλέσσω.
  9. πενθερὸν οὐ καλέσω σε πεφυζότα, σεῖο δὲ κούρης
  10. ἔστω Χειροβίης ἕτερος πόσις· αἰδόμενος γὰρ
  11. καλλείψω τεὸν ἄστυ, καὶ ἵξομαι εἰς χθόνα Μήδων,
  12. ἵξομαι εἰς Σκυθίην, ἵνα μὴ σέο γαμβρὸς ἀκούσω.
  13. ἀλλʼ ἐρέεις· εὔοπλος ἐμὴ δάμαρ οἶδεν Ἐνυώ.
  14. εἰσὶν Ἀμαζονίδες περὶ Καύκασον, ὁππόθι πολλαὶ
  15. Χειροβίης πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες·
  16. κεῖθι δορικτήτην βριαρὴν ἀνάεδνον ἀκοίτης
  17. εἰς γάμον, ἢν ἐθέλω, μίαν ἄξομαι· ἐν θαλάμοις γὰρ
  18. οὐ δέχομαι σέο παῖδα φυγοπτολέμοιο τοκῆος.
  19. ὣς φαμένη παρέπεισεν ἀγήνορα Δηριαδῆα,
  20. καί οἱ θάρσος ἔδωκε τὸ δεύτερον, ὄφρα δαμείη