Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἰθομένου φεύγουσα διʼ ὕδατος ἰκμαλέον πῦρ.
  2. χάζετο δʼ Ἰνδὸς ὅμιλος ἐπὶ χθόνα, πόντον ἐάσας·
  3. καὶ Φαέθων ἐγέλασσεν, ὅτι προτέρους μετὰ δεσμοὺς
  4. ἐκ πυρὸς Ἡφαίστοιο πάλιν φύγε ναύμαχος Ἄρης.
  5. Δηριάδης δʼ ἀκίχητος ἰδὼν φλόγα σύνδρομον αὔραις
  6. εἰς πεδίον πεπότητο θοώτερα γούνατα πάλλων,
  7. φεύγων ὑγρὸν Ἄρηα θαλασσομόθου Διονύσου.
  1. τεσσαρακοστὸν ἔχει δεδαϊγμένον ὄρχαμον Ἰνδῶν, πῶς δὲ Τύρον Διόνυσος ἐδύσατο, πατρίδα Κάδμου.
  2. οὐ δὲ Δίκην ἀλέεινε πανόψιον, οὐδὲ καὶ αὐτῆς
  3. ἀρραγέος κλωστῆρος ἀκαμπέα νήματα Μοίρης·
  4. ἀλλά μιν ἀθρήσασα πεφυζότα Παλλὰς Ἀθήνη—
  5. ἕζετο γὰρ κατὰ πόντον ἐπὶ προβλῆτος ἐρίπνης,
  6. ναύμαχον εἰσορόωσα κορυσσομένων μόθον Ἰνδων—
  7. ἐκ σκοπιῆς ἀνέπαλτο, καὶ ἄρσενα δύσατο μορφήν·
  8. κλεψινόοις δʼ ὀάροισι παρήπαφεν ὄρχαμον Ἰνδῶν,
  9. Μορρέος εἶδος ἔχουσα, χαριζομένη δὲ Λυαίῳ
  10. Δηριάδην ἀνέκοψε, καὶ ὡς ἀλέγουσα κυδοιμοῦ
  11. φρικτὸν ἀπερροίβδησεν ἔπος πολυμεμφέι φωνῇ·
  12. Φεύγεις, Δηριάδη; τίνι κάλλιπες Ἄρεα νηῶν;
  13. πῶς δύνασαι ναέτῃσι φανήμεναι; ἢ πόθεν ἄντην