Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἑσπερίῳ πυρίκαυτος ἐπωλίσθησε ῥεέθρῳ,
- τόφρα δὲ νῆες ἵκανον ἐπήλυδες, ἃς ἐνὶ πόντῳ
- στοιχάδας ἰθύνοντες ἐς Ἄρεα ναύμαχον Ἰνδῶν
- ἀκλύστῳ Ῥαδαμᾶνες ἐναυτίλλοντο θαλάσσῃ,
- πόντον ἀμοιβαίῃσιν ἐπιρρήσσοντες ἐρωαῖς
- ὑαμίνης ἐλατῆρες· ἐπειγομένῳ δέ Λυαίῳ
- ὁλκάσιν ἀντιτύποις ἐπεσύρισε πομπὸς ἀήτης.
- καὶ Λύκος ἡγεμόνευεν ἐν ὕδασι δίφρον ἐλαύνων,
- ἱππείαις ἀχάρακτον ἐπιξύων ῥόον ὁρλαῖς.
- Δηριάδης δʼ ἀπέλεθρος ὑπέρτερος ὑψόθι πύργων
- ἐσσυμένων νεφεληδὸν ἐδέρκετο λαίφεα νηῶν
- ὀφθαλμῷ κοτέοντι, καὶ ὡς ὑπέροπλος ἀκούων,
- ἐγρεμόθους ὅτι νῆας Ἄραψ τορνώσατο τέκτων,
- ὤμοσεν ὑλοτόμοισιν ἄγειν Ἀράβεσσιν Ἐνυώ,
- καὶ πόλιν ἠπείλησεν ἀιστῶσαι Λυκοόργου,
- ἀμήσας Ῥαδαμᾶνας ἀλοιντῆρι σιδήρῳ.
- καὶ στόλον ἀθπήσαντες ἀταρβέες ἔτρεμον Ἰνδοί,
- Ἄρεα παπταίνοντες ἁλίκτυπον, ἄχρι καὶ αὐτοῦ
- γούνατα τολμήεντος ἐλύετο Δηριαδῆος·
- ποιητῷ δὲ γέλωτι γαληναίοιο προσώπου