Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἰνδὸς ἄναξ ἐκέλευσε τριηκοσίων ἀπὸ νήσων
  2. ἦς ἐλεφαντοβότοιο παρά σφυρὰ δύσβατα γαίης
  3. λαὸν ἄγειν· καὶ κραιπνὸς ἐς ἀτραπὸν ἤιε κῆρυξ,
  4. ποσσὶ πολυγνάμπτοισιν ἀπὀ χθονὸς εἰς χθόνα βαίνων
  5. καὶ στόλος ὀξὺς ἵκανε πολυσπερέων ἀπὀ νήσων
  6. κεκλομένου βασιλῆος· ὁ δέ θρασὺς αὐχένα τείνων,
  7. ὁλκάδας εὐπήληκας ἐς Ἄρεα πόντιον ἕλκων,
  8. λαὸν ὅλον θάρσυνε, καὶ ὑψινόῳ φάτο φωνῇ·
  9. Ἀνέρες, οὓς ἀτίταλλεν ἐμὸς μενέχαρμος Ὑδάσπης,
  10. ἄρτι πάλιν μάρνασθε πεποιθότες· αἰθόμενον δὲ
  11. ἄξατε πῦρ ἐς Ἄρηα, καἰ ἄσπετον ἅψατε πεύκην,
  12. νῆας ἵνα φλέξοιμι νεήλυδας αἴθοπι δαλῷ,
  13. καὶ στρατὸν ὑγροκέλευθον ἐνικρύψοιμι θαλάσσῃ
  14. σὺν δορί, σὺν θώρηκι, σὺν ὁλκάσι, σὺν Διονύσῳ.
  15. εἰ θεὸς ἔπλετο Βάκχος, ἐμῷ πυρὶ Βάκχον ὀλέσσω·
  16. οὐχ ἅλις, ὡς προχοῇσι πολύτροπα φάρμακα πάσσων
  17. ἄνθεσι Θεσσαλικοῖσιν ἐμὀν φοίνιξεν Ὑδάσπην,
  18. καί μιν ἰδὼν σίγησα, καὶ ἥσυχος εἰσέτι λεύσσειν
  19. ἔτλην ξανθά ῥέεθρα μιαινομένου ποταμοῖο;
  20. εἰ γὰρ ἔην ῥόος οὗτος ἀπʼ ἀλλοτρίου ποταμοῖο,