Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀμφίπολοι Φαέθοντος ἐπέτρεχον εὔποδες Ὧραι.
  2. γαῖα δὲ πᾶσα γέλασσε τὸ δεύτερον· ἠερόθεν δὲ
  3. ζωοτόκου Διὸς ὄμβρος ὅλας ἐκάθηρεν ἀρούρας,
  4. καὶ διερῇ ῥαθάμιγγι κατέσβεσε πυρσόν ἀλήτην,
  5. ὅσσον ἐπὶ χθόνα πᾶσαν ἐριφλεγέων ἀπὸ λαιμῶν
  6. οὐρανόθεν χρεμέθοντες ἀπέπτυον αἴθοπες ἵπποι.
  7. Ἠέλιος δʼ ἀνέτελλε παλίνδρομον ἅρμα νομεύων·
  8. καὶ σπόρος ἠέξητο, πάλιν δʼ ἐγέλασσαν ἀλωαί.
  9. δεχνύμεναι προτέρην βιοτήσιον αἰθέρος αἴγλην.
  10. Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεστήριξεν Ὀλύμπῳ
  11. εἴκελον Ἡνιόχῳ καὶ ἐπώνυμον· οὐράνιον δὲ
  12. πήχεϊ μαρμαίροντι σελασφόρον Ἅρμα τιταίνων
  13. εἰς δρόμον ἀίσσοντος ἔχει τύπον Ἡνιοχῆος,
  14. οἷα πάλιν ποθέων καὶ ἐν ἄστρασιν ἅρμα τοκῆος.
  15. καὶ ποταμὸς πυρίκαυτος ἀνήλυθεν εἰς πόλον ἄστρων
  16. Ζηνὸς ἐπαινήσαντος, ἐν ἀστερόεντι δὲ κύκλῳ
  17. Ἠριδανοῦ πυρόεντος ἑλίσσεται ἀγκύλον ὕδωρ.
  18. γνωταὶ δʼ ὠκυμόροιο δεδουπότος ἡνιοχῆος
  19. εἰς φυτὸν εἶδος ἄμειψαν, ὀδυρομένων δʼ ἀπὀ δένδρων
  20. ἀφνειὴν πετάλοισι κατασταλάουσιν ἐέρσην.