Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς δρόμον ὀρθώσας πόδα καμπύλον· ὀξυτενὲς δὲ
  2. δοχμώσας Φαέθοντι κέρας λοξοῖο μετώπου
  3. οὐρανίην φλογερῇσιν ἐπέκτυπεν ἄντυγα χηλαῖς·
  4. καὶ θρασὺς ἐκ κολεοῖο παρήορον αἴθοπι μηρῷ
  5. Ὠρίων ξίφος εἷλκε· καλαύροπα πάλλε Βοώτης·
  6. καὶ ποδὸς ἀστραίοιο μετάρσια γούνατα πάλλων
  7. Πήγασος ἐχρεμέτιζε, καὶ αἰθύσσων πόλον ὁπλῇ
  8. ἡμιφανὴς Λίβυς ἵππος ἐπέτρεχε γείτονι Κύκνῳ,
  9. καὶ κοτέων πτερὰ πάλλεν, ὅπως πάλιν ἡνιοχῆα
  10. ἄλλον ἀκοντίσσειεν ἀπʼ αἰθέρος, οἶα καἰ αὐτὸν
  11. ἄντυγος οὐρανίης ἀπεσείσατο Βελλεροφόντην,
  12. οὐκέτι δʼ ὑψιπόροιο Βορειάδος ἐγγύθι νύσσης
  13. ἀλλήλων ἐχόρευον ἐπʼ ἰξύι κυκλάδες Ἄρκτοι,
  14. ἀλλὰ Νότῳ μίσγοντο, καὶ Ἑσπερίῃ παρὰ λίμνῃ
  15. ἄβροχον ἴχνος ἔλουσαν ἀήθεος Ὠκεανοῖο.
  16. Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεπρήνιξε κεραυνῷ
  17. ὑψόθεν αὐτοκύλιστον ὑπὲρ ῥόον Ἠριδανοῖο·
  18. δήσας δʼ ἁρμονίην παλινάγρετον ἥλικι δεσμῷ
  19. ἵππους Ἠελίῳ πάλιν ὤπασεν, αἰθέριον δὲ
  20. ἀντολίῃ πόρεν ἅρμα, καὶ ἀρχαίῃ παρὰ νύσσῃ