Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠελίου δύνοντος ὀπίστερα φέγγεα πέμπει·
  2. καί μιν, ὅτε δρόμον ἶσον ἔχων ὶσόμοιρος ὁδεύει,
  3. ἠελίου κραδίην ἐπεφήμισαν ἴδμονες ἄστρων·
  4. καὶ δροσεραῖς νιφάδεσσι διάβροχον αὐχένα τείνων
  5. νυμφίος Εὐρώπης μυκήσατο Ταῦρος Ὀλύμπου,
  6. εἰς δρόμον ὀρθώσας πόδα καμπύλον· ὀξυτενὲς δὲ
  7. δοχμώσας Φαέθοντι κέρας λοξοῖο μετώπου
  8. οὐρανίην φλογερῇσιν ἐπέκτυπεν ἄντυγα χηλαῖς·
  9. καὶ θρασὺς ἐκ κολεοῖο παρήορον αἴθοπι μηρῷ
  10. Ὠρίων ξίφος εἷλκε· καλαύροπα πάλλε Βοώτης·
  11. καὶ ποδὸς ἀστραίοιο μετάρσια γούνατα πάλλων
  12. Πήγασος ἐχρεμέτιζε, καὶ αἰθύσσων πόλον ὁπλῇ
  13. ἡμιφανὴς Λίβυς ἵππος ἐπέτρεχε γείτονι Κύκνῳ,
  14. καὶ κοτέων πτερὰ πάλλεν, ὅπως πάλιν ἡνιοχῆα
  15. ἄλλον ἀκοντίσσειεν ἀπʼ αἰθέρος, οἶα καἰ αὐτὸν