Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἄκρα ποδῶν ξύσειε τὸ δεύτερον ὀξέι κέντρῳ·
- καὶ σέλας ἡμιτέλεστον ἀποπτύουσα προσώπου
- ἀκροκελαινιόωσα μεσημβριὰς ἄνθορε Μήνη·
- οὐ γὰρ ὑποκλέπτουσα νόθον σέλας ἄρσενι πυρσῷ
- ἀντιπόρου Φαέθοντος ἀμέλγετο σύγγονον αἴγλην·
- πληιάδος δὲ φάλαγγος ἕλιξ ἑπτάστερος ἠχὼ
- οὐρανὸν ἑπτάζωνον ἐπέβρεμε κυκλάδι φωνῇ·
- καὶ κτύπον αἰθύσσοντες ἰσηρίθμων ἀπὸ λαιμῶν
- ἀστέρες ἀντιθέοντες ἐβακχεύθησαν ἀλῆται·
- Ζῆνα μὲν ὤθεε Κύπρις, Ἄρης Κρόνον, εἰαρινῆς δὲ
- Πλειάδος ἐγγὺς ἵκανεν ἐμὸς μετανάστιος ἀστήρ,
- ἄστρασι δʼ ἑπταπόροις κεράσας ἐμφύλιον αἴγλην
- ἡμιφανὴς ἀνέτελλεν ἐμῇ παρὰ μητέρι Μαίῃ,
- ἅρματος οὐρανίοιο παράτροπος, ᾧ πέλεν αἰεὶ
- σύνδρομος ἢ προκέλευθος ἑώιος, ἑσπέριος δὲ