Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔμπυρον ὑδατόεις προκαλίζετο κυανοχαίτης
  2. ἠέλιον, γλαυκῶπιν Ἄρης, Ἥφαιστος Ὑδάσπην·
  3. Ἥρης δʼ ἀντικέλευθος ὀρεστιὰς Ἄρτεμις ἔστη·
  4. Λητῴην δʼ ἐπὶ δῆριν ἐύρραπις ἤλυθεν Ἑρμῆς.
  5. καὶ ζαθέου πολέμου διδυμόκτυπος ἔβρεμεν ἠχὼ
  6. ἀμφοτέροις μακάρεσσιν, ἐπεσσυμένων δὲ κυδοιμῷ
  7. Ἄρης ἑπταπέλεθρος ἐμάρνατο Τριτογενείῃ,
  8. καἰ δόρυ θοῦρον ἴαλλεν· ἀνουτήτου δὲ θεαίνης
  9. μέσσην αἰγίδα τύψεν, ἀθηήτου δὲ καρήνου
  10. ἤλασε Γοργείης ὀφιώδεα λήια χαίτης,
  11. Παλλάδος οὐτήσας λάσιον σάκος· ὀξυτενὴς δὲ
  12. πεμπομένη ῥοιζηδὸν ἀκαμπέος ἔγχεος αἰχμὴ
  13. ποιητὴν πλοκαμῖδα νόθης ἐχάραξε Μεδούσης.
  14. κούρη δʼ ἐγρεκύδοιμος ἐπαΐξασα καὶ αὐτὴ
  15. σύγγονον ἔγχος ἄειρεν ἐπʼ Ἄρεϊ Παλλὰς ἀμήτωρ,
  16. κεῖνο, τό περ φορέουσα λεχώιον ἥλικι χαλκῷ
  17. ἄνθορε πατρῴοιο τελεσσιγόνοιο καρήνου.
  18. καὶ δαπέδῳ γόνυ κάμψε τυπεὶς περιμήκετος Ἄρης·
  19. ἀλλά μιν ὀρθώσασα παλινδίνητον Ἀθήνη
  20. μητρὶ φίλῃ μετὰ δῆριν ἀνούτατον ὤπασεν Ἥρῃ.