Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὅττι θανὼν οὐχ εὗρεν ἀρηγόνα νεκρὸς Ὀφέλτης·
  2. οὐ δύναμαι Κρήτης Κορυβαντίδος ἄστυ περῆσαι,
  3. μὴ γενέτης Ἀγέλαος ὀλωλότα παῖδα γοήσῃ,
  4. Ἀνθέος ὀλλυμένοιο φόνον νήποινον ἀκούων·
  5. αἰδέομαι Μίνωι φανήμεναι· ἐν κλισίῃ γὰρ
  6. Ἀστέριος μογέει βεβολημένος, ὃν πλέον ἄλλων
  7. ῥύσομαι· Εὐρώπης γάρ ἔχεε γένος· ἀλλὰ σαώσας
  8. νόστιμον ἀρτεμέοντα πάλιν γενετῆρι κομίσσω
  9. πηὸν ἐμὸν μετὰ δῆριν, ὅπως μὴ Κάδμος ἀκούσῃ
  10. Ἀστέριον χατέοντα λιποπτολέμου Διονύσου.
  11. ἀλλὰ πάλιν μάρνασθε, καὶ εἰν ἑνὶ πᾶσιν ἀρήξω,
  12. τοσσατίων ἕνα μοῦνον ἀποκτείνας ὀλετῆρα.
  1. ἐν δὲ τριηκοστῷ ἕκτῳ μετὰ λύματα λύσσης Βάκχος Δηριαδῆι κορύσσεται εἶδος ἀμείβων.
  2. ὣς φάμενος θάρσυνε γεγηθότας ἡγεμονῆας·
  3. Δηριάδης δʼ ἑτέρωθεν ἑοὺς ἐκόρυσσε μαχητάς.
  4. ἀμφοτέρῃ δὲ φάλαγγι θεοὶ ναετῆρες Ὀλύμπου
  5. κεκριμένοι στέλλοντο κυβερνητῆρες Ἐνυοῦς,
  6. οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου.
  7. Ζεὺς μὲν ἄναξ μακάρων ὑψίζυγος ὑψόθι Κέρνης
  8. Ἄρεος εἶχε τάλαντα παρακλιδόν· οὐρανόθεν δὲ