Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἤδη γὰρ ταχύγουνον ἐν ἠέρι ταρσὸν ἑλίσσων
  2. δίψιον ἀμφὶ τένοντα Λίβυν πορθμεύετο Περσεύς,
  3. νηχόμενος πτερύγεσσι· μονογλήνου δὲ γεραιῆς
  4. Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην
  5. δύσβατον ἄντρον ἔδυνε, καὶ ἀμώων παρὰ πέτρῃ
  6. λήια συρίζοντα, θαλύσια λοξὰ κομάων,
  7. Γοργόνος ὠδίνοντα διέθρισεν ἀνθερεῶνα,
  8. καὶ δρεπάνην φοίνιξε· δαϊζομένης δὲ Μεδούσης
  9. αἱμοβαφῆ παλάμην ὀφιώδεϊ λοῦσεν ἐέρσῃ,
  10. κρᾶτα ταμών· χρυσέῳ δὲ σὺν ἄορι παῖδα λοχεύων
  11. ἱππείην ἐλόχευσε γονὴν διδυμητόκος αὐχήν.
  12. καὶ φθονερὸς πραπίδεσσι χόλος διεπάφλασεν Ἥρης
  13. ζῆλον ἐρευγομένης ἐπὶ Περσέι καὶ Διονύσῳ.
  14. ἤθελε δὲ Κρονίδαο καὶ ὄμματα καὶ φρένα θέλγειν
  15. εἰς γάμον ἠπεροπῆα καὶ εἰς πτερὸν ἡδέος Ὕπνου
  16. ἑλκομένου μετὰ λέκτρον, ὅπως δολίῃ τινὶ τέχνῃ
  17. Ζηνὸς ἔτι κνώσσοντος ἐπιβρίσειε Λυαίῳ.
  18. ὀρφναίην δʼ Ἀίδαο μετήλυθε πανδόκον αὐλήν·
  19. Περσεφόνην δʼ ἐκίχησε, δολόφρονι δʼ ἴαχε μύθῳ·
  20. ὀλβίστην ἐνέπω σε, θεῶν ὅτι τηλόθι ναίεις·