Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλά μιν ἐζώγρησεν ἀπήμονα δύσμαχος Ἥρη,
  2. ὅττι δόλῳ κεκόρυστο καὶ ἔχραε πολλάκι Βάκχαις
  3. κρυπταδίοις πολέμοισιν· ἀεὶ δέ μιν ἔκρυφε πέτρη
  4. ἢ φυτὸν ὑψικάρηνον ὑποκλεφθέντα πετήλοις,
  5. ἀνέρας ἀφράστοισιν ὀιστεύοντα βελέμνοις.
  6. Ἰνδοὶ δʼ ἀνδροφόνοιο μετεσσεύοντο κυδοιμοῦ
  7. ἠνορέην τρομέοντες ἀνικήτου Διονύσου.
  1. ἐν δὲ τριηκοστῷ πρώτῳ μειλίσσεται Ἥρη ὕπνον ἐπὶ Κρονίδῃ καὶ Περσεφόνην ἐπὶ Βάκχῳ.
  2. ὣς ὁ μὲν Ἰνδῴοιο τυπεὶς ἴυγγι κυδοιμοῦ
  3. Βάκχος Ἐρυθραίης περιδέδρομε κόλπον ἀρούρης,
  4. χρύσεα χιονέῃσι παρηίσι βόστρυχα σείων.
  5. Ἥρη δὲ φθονεροῖσιν ἀνοιδαίνουσα μερίμναις
  6. ἄκρον ἀπειλητῆρι κατέγραφεν ἠέρα ταρσῷ,
  7. αὐτόθι παπταίνουσα πολυσπερέων στρατὸν Ἰνδῶν
  8. θύρσοις ἀνδροφόνοισιν ἀλοιηθέντα Λυαίου.
  9. καὶ χόλον ἄλλον ἔγειρεν Ἐρυθραίῳ παρὰ πόντῳ
  10. Ἀνδρομέδης ὁρόωσα πολύπλοκα λείψανα δεσμῶν
  11. καὶ λίθον ἐν ψαμάθῳ, βλοσυρὸν τέρας ἐννοσιγαίου.
  12. ἀχνυμένη δʼ ἑὸν ὄμμα παρέτραπε, μὴ παρὰ πόντῳ
  13. Γοργοφόνου Περσῆος ἴδῃ χαλκήλατον ἅρπην.