Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οὐκέτι Μασσαγέτης μετανάστιον οἶκον ἱμάσσων,
- δουρατέῳ τροχόεντι διαστείβων ῥόον ὁλκῷ,
- ὑδρηλὰς ἐχάρασσε πεπηγότος αὔλακας Ἴστρου·
- ἤδη γὰρ Ζεφύροιο προάγγελος ἔγκυος Ὥρη
- σχιζομένων καλύκων δροσεροὺς ἐμέθυσσεν ἀήτας,
- καὶ λιγυρὴ μερόπεσσι συνέστιος εἴαρι κῆρυξ
- ὄρθριον ὕπνον ἄμερσε λάλος τρύζουσα χελιδὼν
- ἀρτιφανής, καὶ γυμνὸν ἀπʼ εὐόδμοιο καλύπτρης
- εἰαριναῖς ἐγέλασσε λελουμένον ἄνθος ἐέρσαις
- ζωογόνοις. Κιλίκων δὲ παρὰ κροκόεντας ἐναύλους
- ὑψιλόφου Ταύροιο λιπὼν πρηῶνα κεράστην
- πρώιος ἤιε Κάδμος, ὅτε ζόφον ἔσχισεν Ἠώς.
- καὶ πλόος ὥριος ἦεν· ἐπειγομένοιο δὲ Κάδμου
- ἐκ χθονὸς ὠχλίζοντο χαλινωτήρια νηῶν·
- ἱστὸς δʼ ὑψικάρηνος ὑπέρτερον ἠέρα τύπτων
- ὄρθιος ἐστήρικτο καὶ ἠρέμα πόντον ἱμάσσων
- ἄσθμασιν ἠῴοις ἐπεβόμβεε κοῦφος ἀήτης,
- πομπὸν ἔχων κελάδημα, καὶ ἀλλοπρόσαλλα θυέλλαις
- οἴδματα κυρτώσας διερῆς ἀνέκοψε χορείης
- σιγαλέης δελφῖνα κυβιστητῆρα γαλήνης.