Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ζεὺς Κρονίδης· καὶ κραιπνὸς ἐς αἰθερίων ἴτυν ἄστρων
  2. χρύσεον ἔτραπε δίφρον, ἐπεμβεβαυῖα δὲ Νίκη
  3. ἤλασεν οὐρανίῃ πατρώιον ἵππον ἱμάσθλῃ.
  4. καὶ θεὸς εἰς πόλον ἦλθε τὸ δεύτερον· ἐρχομένῳ δὲ
  5. οὐρανίας πετάσαντο πύλας ὑψαύχενες Ὧραι,
  6. αἰθέρα δʼ ἐστέψαντο· παλιννόστῳ δʼ ἐνὶ μορφῇ
  7. σὺν Διὶ νικήσαντι θεοὶ νόστησαν Ὀλύμπῳ,
  8. καὶ πτερόεν μίμημα μετηλλάξαντο προσώπου.
  9. ἁβροχίτων δʼ ἀσίδηρος ἐς οὐρανὸν ἦλθεν Ἀθήνη
  10. Ἄρεα Κῶμον ἔχουσα, Μέλος δέ οἱ ἔπλετο Νίκη·
  11. καὶ Θέμις ὅπλα Γίγαντος ὀλωλότος ἄφρονι Γαίῃ
  12. εἰς φόβον ἐσσομένων ἐπεδείκνυε, μητρὶ Γιγάντων,
  13. ὑψιπαγῆ κρεμάσασα παρὰ προθύροισιν Ὀλύμπου.
  1. ἐν τριτάτῳ μάστευε πολύπλανον ὁλκάδα Κάδμου Ἠλέκτρης τε μέλαθρα φιλοξενίην τε τραπέζης.
  2. λῦτο δʼ ἀγών, ὅτε χεῖμα παρήλυθεν· ἄκρα δὲ φαίνων
  3. ἀννεφέλῳ τελαμῶνι φαεσφόρα νῶτα μαχαίρης
  4. Ὠρίων ἀνέτελλε, καὶ οὐκέτι κυκλάδι λίμνῃ
  5. λούετο παχνήεντα δεδυκότος ἴχνια Ταύρου·
  6. οὐκέτι δʼ ὀμβροτόκοιο παρὰ κλίμα διψάδος Ἄρκτου
  7. ἴχνεσιν ἀβρέκτοισιν ὁδεύετο μάρμαρον ὕδωρ·