Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὕστατον ὑμνήσω πολέμων ἔτος, ἑβδομάτης δὲ
  2. ὑσμίνην ἰσάριθμον ἐμῆς στρουθοῖο χαράξω·
  3. Θήβῃ δʼ ἑπταπύλῳ κεράσω μέλος, ὅττι καὶ αὐτὴ
  4. ἀμφʼ ἐμὲ βακχευθεῖσα περιτρέχει, οἷα δὲ νύμφη
  5. μαζὸν ἑὸν γύμνωσε κατηφέος ὑψόθι πέπλου,
  6. μνησαμένη Πενθῆος· ἐποτρύνων δέ με μέλπειν
  7. πενθαλέην ἕο χεῖρα γέρων ὤρεξε Κιθαιρὼν
  8. αἰδόμενος, μὴ λέκτρον ἀθέσμιον ἠὲ βοήσω
  9. πατροφόνον πόσιν υἷα παρευνάζοντα τεκούσῃ.