Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀονίης ἀίω κιθάρης κτύπον· εἴπατε, Μοῦσαι,
  2. τίς πάλιν Ἀμφίων λίθον ἄπνοον εἰς δρόμον ἕλκει;
  3. οἶδα, πόθεν κτύπος οὗτος· ἀειδομένῃ τάχα Θήβῃ
  4. Πινδαρέης φόρμιγγος ἐπέκτυπε Δώριος ἠχώ.
  5. ἀλλὰ πάλιν κτείνωμεν Ἐρυθραίων γένος Ἰνδῶν·
  6. οὔ ποτε γὰρ μόθον ἄλλον ὁμοίιον ἔδρακεν αἰὼν
  7. Ἠῴου πρὸ μόθοιο, καὶ οὐ μετὰ φύλοπιν Ἰνδῶν
  8. ἄλλην ὀψιτέλεστον ἰσόρροπον εἶδεν Ἐνυώ,
  9. οὐδὲ τόσος στρατὸς ἦλθεν ἐς Ἴλιον, οὐ στόλος ἀνδρῶν