Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Θήβῃ δʼ ἑπταπύλῳ κεράσω μέλος, ὅττι καὶ αὐτὴ
  2. ἀμφʼ ἐμὲ βακχευθεῖσα περιτρέχει, οἷα δὲ νύμφη
  3. μαζὸν ἑὸν γύμνωσε κατηφέος ὑψόθι πέπλου,
  4. μνησαμένη Πενθῆος· ἐποτρύνων δέ με μέλπειν
  5. πενθαλέην ἕο χεῖρα γέρων ὤρεξε Κιθαιρὼν
  6. αἰδόμενος, μὴ λέκτρον ἀθέσμιον ἠὲ βοήσω
  7. πατροφόνον πόσιν υἷα παρευνάζοντα τεκούσῃ.
  8. Ἀονίης ἀίω κιθάρης κτύπον· εἴπατε, Μοῦσαι,
  9. τίς πάλιν Ἀμφίων λίθον ἄπνοον εἰς δρόμον ἕλκει;
  10. οἶδα, πόθεν κτύπος οὗτος· ἀειδομένῃ τάχα Θήβῃ
  11. Πινδαρέης φόρμιγγος ἐπέκτυπε Δώριος ἠχώ.
  12. ἀλλὰ πάλιν κτείνωμεν Ἐρυθραίων γένος Ἰνδῶν·
  13. οὔ ποτε γὰρ μόθον ἄλλον ὁμοίιον ἔδρακεν αἰὼν
  14. Ἠῴου πρὸ μόθοιο, καὶ οὐ μετὰ φύλοπιν Ἰνδῶν
  15. ἄλλην ὀψιτέλεστον ἰσόρροπον εἶδεν Ἐνυώ,
  16. οὐδὲ τόσος στρατὸς ἦλθεν ἐς Ἴλιον, οὐ στόλος ἀνδρῶν
  17. τηλίκος, ἀλλὰ νέοισι καὶ ἀρχεγόνοισιν ἐρίζων
  18. εὐκαμάτους ἱδρῶτας ἀναστήσω Διονύσου,
  19. κρίνων ἠνορέην τεκέων Διός, ὄφρα νοήσω,
  20. τίς κάμε τοῖον ἀγῶνα, τίς εἵκελος ἔπλετο βάκχου.