Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ δολιχῆς ἐλέλικτο περίπλοκος ὁλκὸς ἀκάνθης
- ποσσὶν ἀδειμάντοισι περισκαίρων Διονύσου·
- Ἰνδῴην δʼ ἑλικηδὸν ἐπισκαίροντες ἐρίπνην
- τίγριδες ἑψιόωντο· πολὺς δέ τις ἔνδοθι λόχμης
- ἐσμὸς ἀνεσκίρτησεν ὀρεσσινόμων ἐλεφάντων.
- καὶ τότε παιπαλόεντα κατʼ ἄγκεα Πᾶνες ἀλῆται
- δύσβατα λεπταλέῃσι διέτρεχον οὔρεα χηλαῖς
- φρικτά, τά μὴ θρασὺς ὄρνις ἐπέπτατο κοῦφος ὁδίτης---
- ὑψιπόρων πτερύγων διεμέτρεε δίζυγι παλμῷ
- καὶ δονέων πλοκαμῖδα παρήορον ἀνθερεῶνος
- σύννομος ἀντεχόρευε λέων βητάρμονι κάπρῳ·
- ἀνδρομέης δʼ ὄρνιθες ἀνέκλαγον εἰκόνα μολπῆς
- μιμηλὴν ἀτέλεστον ὑποκλέπτοντες ἰωήν,
- νίκην Ἰνδοφόνοιο προθεσπίζοντες ἀγῶνος,
- καὶ χλοεροῖς μελέεσσι παρήορον ὄρθιον οὐρὴν
- ἐκταδὸν αἰθύσσοντες· ὁμοζήλῳ δὲ χορείῃ
- πόρδαλις ὑψιπότητος ἐπέτρεχε σύνδρομος ἄρκτῳ.
- καὶ βαλίων σκυλάκων ἀνεσείρασεν Ἄρτεμις ὁρμὴν
- μειλιχίης ὁρόωσα χοροίτυπον ἅλμα λεαίνης·
- αἰδομένη δʼ εὔκυκλον ἑὴν ἀνελύσατο νευρήν,