Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἁδρυάδες δʼ ἀλάλαζον, ἐπʼ εὐπετάλοιο δὲ Νύμφη
- ἡμιφανὴς ἤειδεν ὑπερκύψασα κορύμβου.
- Χιονέῳ δὲ γάλακτι χυτὴ λευκαίνετο πηγή,
- ὑδρηλή περ ἐοῦσα, χαραδραίῳ δʼ ἐνὶ κόλπῳ
- νηιάδες λούσατο γαλαξαίοισι ῥεέθροις,
- καὶ γάλα λευκὸν ἔπινον· ἐρευθιόωντι δὲ μαζῷ
- οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,
- γλεῦκος ἀμοσχεύτοιο διαβλύζουσα κολώνης
- ἡδυπότοις λιβάδεσσι· καὶ αὐτοχύτων ἀπὸ κόλπων
- λαρὰ μελιρραθάμιγγος ἐλείβετο δῶρα μελίσσης,
- σίμβλων οὐ χατέοντα· καὶ ἀρτιτόκων ἀπὸ θάμνων
- ἄγχνοον ὀξυέθειρος ἀνέδραμε μῆλον ἀκάνθης·
- αὐτομάτου δὲ χυθέντος ἐπʼ ἀκρεμόνεσσιν ἐλαίου
- ἰκμάσιν ἀθλιβέεσσιν ἐλούετο δένδρον Ἀθήνης.
- καὶ κύνας ὀρχηστῆρας ἐπηχύνοντο λαγωοί·
- μηκεδανοὶ δὲ δράκοντες ἐβακχεύοντο χορείῃ
- ἴχνια λιχμώοντες ἐχιδνοκόμου Διονύσου,
- αὐχένα δοχμώσαντες, ἀνήρυγε δʼ ἄλλος ἐπʼ ἄλλῳ
- μειλίχιον σύριγμα γεγηθότος ἀνθερεῶνος·
- τερπομένου δὲ δράκοντος ἔην τότε ῥυθμὸς ἐχέφρων,