Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κύμβαλα δινεύουσα, φιλοσκάρθμοιο δὲ κούρης
  2. ἄπλοκος ἀκρήδεμνος ἐσείετο βόστρυχος αὔραις.
  3. καὶ θεὸς ἀμπελόεις, καλέσας Σταφύλοιο γυναῖκα,
  4. αὐχμὸν ἀποσμήξας ἐπεκόσμεεν οἴνοπι πέπλῳ·
  5. καὶ Πίθου εὐρυγένειον ὅλον ῥυπόωντα καθήρας
  6. ἀργεννῷ παλίνορσος ἀνεχλαίνωσε χιτῶνι.
  7. ῥίψας πένθιμα πέπλα χυτῇ πεπαλαγμένα τέφρῃ·
  8. οὐκέτι δʼ αὐτοχύτοισι παρήια δάκρυσι δεύων
  9. βότρυς ἀνεστενάχιζε, Διωνύσῳ δὲ πιθήσας