Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ θεὸς ἀμπελόεις, καλέσας Σταφύλοιο γυναῖκα,
- αὐχμὸν ἀποσμήξας ἐπεκόσμεεν οἴνοπι πέπλῳ·
- καὶ Πίθου εὐρυγένειον ὅλον ῥυπόωντα καθήρας
- ἀργεννῷ παλίνορσος ἀνεχλαίνωσε χιτῶνι.
- ῥίψας πένθιμα πέπλα χυτῇ πεπαλαγμένα τέφρῃ·
- οὐκέτι δʼ αὐτοχύτοισι παρήια δάκρυσι δεύων
- βότρυς ἀνεστενάχιζε, Διωνύσῳ δὲ πιθήσας
- φωριαμοὺς ὤιξε θυώδεας· οἰγομένων δὲ
- μαρμαρυγὴ σελάγιζε πολυγλήνων ἀπὸ πέπλων·
- κεῖθεν ἑλὼν Σταφύλου βασιλήια φαιδρὰ τοκῆος
- δύσατο πορφυρέῳ πεπαλαγμένα φάρεα κόχλῳ,
- καὶ θαλίης ψαύοντι συνειλαπίναζε Λυαίῳ.
- τοῖσι δὲ τερπομένοισιν ἀνέδραμεν Ἕσπερος ἀστὴρ
- φέγγος ἀναστείλας χοροτερπέος ἠριγενείης.
- δαιτυμόνων δὲ φάλαγγες ἀμοιβαδὶς ἔνδοθεν αὐλῆς
- ὕπνου δῶρον ἕλοντο βαθυστρώτων ἐπὶ λέκτρων.
- καὶ Πίθος ἄλχι Μάρωνος ἀνήιεν εἰς μίαν εὐνήν,
- νεκταρέης εὔοδμον ἀναβλύζων πόμα ληνοῦ,
- ἀλλήλους δʼ ἐμέθυσσαν ἴσην πέμποντες ἀυτμὴν
- πάννυχον. Εὐπετάλη δέ, τιθηνήτειρα Λυαίου,