Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ζῆνα φέρων μετὰ Βάκχον, ὅλης γενετῆρα γενέθλης;
- ἀντὶ τεῶν Σατύρων ποταμῶν στίχες· ἀντὶ δὲ ληνοῦ
- Ὠκεανοῦ κελάδοντος ὑπὲρ νώτοιο χορεύεις.
- εἴκελον εἶδος ἔχεις καὶ ἐν ὕδασιν· οὐ νέμεσις δὲ
- Σειληνὸν κομόωντα βοοκραίροισι μετώποις
- ταυρείην κερόεσσαν ἔχειν ποταμηίδα μορφήν.
- εἶπε Μάρων· καὶ πάντες ἐθάμβεον ἀγκύλον ὕδωρ
- Σειληνοῦ ζαχύτοιο κυβιστητῆρος ἰδόντες.
- ἰσοφυὲς μίμημα πολυγνάμπτου ποταμοῖο.
- εἰκοστὸν μεθέπει φονίου βουπλῆγα Λυκούργου, εἰς βυθὸν ἰχθυόεντα διωκομένου Διονύσου.
- λῦτο δʼ ἀγών· Σάτυροι δὲ σὺν εὐθύρσῳ Διονύσῳ
- βότρυος ἀφνειοῖσιν ἐναυλίζοντο μελάθροις.
- τοῖσι δὲ δαινυμένοις ἐπεκώμασαν οἰνάδες Ὧραι·
- καὶ κτύπος ἦν τυπάνων ἐπιδόρπιος, ὀξὺ δὲ σύρεγξ
- ἀμφιλαφὴς ἐλίγαινεν, ἀρυόμενοι δὲ κυπέλλοις
- οἰνοχόοι μογέεσκον ἀλωφήτῳ παρὰ δείπνῳ·
- καὶ πλέον αἰτίζεσκον ὀπάονας οἶνον ἀφύσσειν
- δαιτυμόνες σαίνοντες· ἀνεσκίρτησε δὲ Βάκχη
- κύμβαλα δινεύουσα, φιλοσκάρθμοιο δὲ κούρης
- ἄπλοκος ἀκρήδεμνος ἐσείετο βόστρυχος αὔραις.