Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο· Κυπριδίῳ γὰρ
  2. σύγγονον ὑμετέρην ζυγίῳ νυμφεύσατο θεσμῷ
  3. Ἀστερίων Δικταῖος ἄναξ Κορυβαντίδος Ἴδης.
  4. καὶ τὰ μὲν αὐτὸς ἐγὼ μαντεύσομαι, ἄλλα δὲ Φοίβῳ
  5. καλλείψω· σὺ δέ, Κάδμε, μεσόμφαλον ἄξονα βαίνων
  6. Δελφίδος αὐδήεντα μετέρχεο τέμπεα Πυθοῦς.
  7. ὣς εἰπὼν ἀπέπεμπεν Ἀγηνορίδην μετανάστην
  8. Ζεὺς Κρονίδης· καὶ κραιπνὸς ἐς αἰθερίων ἴτυν ἄστρων
  9. χρύσεον ἔτραπε δίφρον, ἐπεμβεβαυῖα δὲ Νίκη
  10. ἤλασεν οὐρανίῃ πατρώιον ἵππον ἱμάσθλῃ.
  11. καὶ θεὸς εἰς πόλον ἦλθε τὸ δεύτερον· ἐρχομένῳ δὲ
  12. οὐρανίας πετάσαντο πύλας ὑψαύχενες Ὧραι,
  13. αἰθέρα δʼ ἐστέψαντο· παλιννόστῳ δʼ ἐνὶ μορφῇ
  14. σὺν Διὶ νικήσαντι θεοὶ νόστησαν Ὀλύμπῳ,
  15. καὶ πτερόεν μίμημα μετηλλάξαντο προσώπου.
  16. ἁβροχίτων δʼ ἀσίδηρος ἐς οὐρανὸν ἦλθεν Ἀθήνη
  17. Ἄρεα Κῶμον ἔχουσα, Μέλος δέ οἱ ἔπλετο Νίκη·
  18. καὶ Θέμις ὅπλα Γίγαντος ὀλωλότος ἄφρονι Γαίῃ
  19. εἰς φόβον ἐσσομένων ἐπεδείκνυε, μητρὶ Γιγάντων,
  20. ὑψιπαγῆ κρεμάσασα παρὰ προθύροισιν Ὀλύμπου.