Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐρανίοιο Δράκοντος ἐναντίον ὄμμα τιτήνας
  2. ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,
  3. κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων
  4. Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην,
  5. ὄφρα φύγῃς, ὅσα πικρὰ τεῷ πεπρωμένα πότμῳ
  6. Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης,
  7. εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος
  8. μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ
  9. ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ
  10. πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς
  11. νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων,
  12. καὶ Θάσος εἰς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου
  13. δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει,
  14. Θρηικίην δʼ ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς·
  15. τὸν μέν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις
  16. γαμβρὸν ἐς Ὠρείθνιαν ἄγω καὶ Θρῇκα Βορῆα,
  17. νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης.
  18. καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης
  19. Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις·
  20. πλαγκτοσύνης δʼ ἀπόειπε παλίμπορα κύκλα κελεύθου,