Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δήιον ἀμβροσίης καἰ νέκταρος ἄνδρα πιφαύσκων;
  2. Ζῆνα καὶ Ἀπόλλωνα μιῇ ξείνισσε Μακελλώ [*](τραπέζῃ seems to have ended the line, and another, ending Μακελλώ, contained details.)---
  3. καὶ Φλεγύας ὅτε πάντας ἀνερρίζωσε θαλάσσῃ
  4. νῆσον ὅλην τριόδοντι διαρρήξας ἐνοσίχθων,
  5. ἀμφοτέρας ἐφύλαξε καὶ οὐ πρήνιξε τριαίνῃ.
  6. καὶ σύ, φέρων μίμημα τεοῦ ξενίοιο τοκῆος,
  7. εἰς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων·
  8. δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καἰ γενετῆρι.
  9. ὥς εἰπὼν παρέπεισεν· ἑῷ δʼ ἐποχήσατο δίφρῳ.
  10. ὀλβίζων ἑὸν οἶκον, ἐφεσπομένου Διονύσου·
  11. καὶ θρασὺς ἱππείην ἀνεκούφισε Βότρυς ἱμάσθλην,
  12. ταυρείην δʼ ἑλικηδὸν ἐρημάδα πέζαν ὁδεύων
  13. ἤλασε πάτριον ἅρμα, καὶ ἡγεμόνευε Λυαίῳ
  14. Ἀσσυρίην ἐπὶ γαῖαν· ἐπαυχενίοις δὲ λεπάδνοις
  15. χρύσεα Μυγδονίοιο δεδεγμένος ἡνία διφρου
  16. ἡνίοχος Βρομίοιο Μάρων, ἀκόρητος ἱμάσθλης
  17. θηρονόμου μάστιγος ἀφειδέα ῥοῖζον ἰάλλων,