Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ φιλίῳ Διόνυσον ἄναξ μειλίξατο μύθῳ·
  2. πρὸς Διὸς ἱκεσίοιο, τεοῦ, Διόνυσε, τοκῆος,
  3. πρὸς Σεμέλης θεόπαιδος, ἐμὸν μὴ παῖδα παρέλθῃς.
  4. ἔκλυον, ὡς ὑπέδεκτο τεὸν γενετῆρα Λυκάων,
  5. αὐτὸν ὁμοῦ μακάρεσσι, καὶ υἱέα χειρὶ δαΐξας
  6. Νύκτιμον ἀγνώσσοντι τεῷ παρέβαλλε τοκῆι,
  7. καὶ Διὶ παμμεδέοντι μιῆς ἔψαυσε τραπέζης,
  8. Ἀρκαδίης παρὰ πέζαν· ὑπὲρ Σιπύλου δὲ καρήνων
  9. Τάνταλος, ὡς ἐνέπουσι, τεὸν ξείνισσε τοκῆα,
  10. δαιτρεύσας δʼ ἑὸν υἷα θεοῖς παρέθηκεν ἐδωδήν·
  11. καὶ Πέλοπος πλατὺν ὦμον, ὅσον θοινήσατο Δηώ,
  12. μορφώσας ἐλέφαντι, νόθῳ τεχνήμονι κόσμῳ,
  13. υἱέα δαιτρευθέντα πάλιν ζώγρησε Κρονίων,
  14. ἔμπαλιν ἀλλήλοις μεμερισμένα γυῖα συνάπτων.
  15. ἀλλὰ τί σοι, Διόνυσε, Λυκάονα παιδοφονῆα
  16. ξεινοδόκον μακάρων, καὶ Τάνταλον ἠεροφοίτην
  17. νεκταρέων ὀνόμηνα δολόφρονα φῶρα κυπέλλων,