Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἰνδὸς ἀνὴρ ἱκέτης. ὀλίγῳ δʼ ἐνὶ δέρματι νεβρῶν
  2. ἀρραγέες γλωχῖνες ἐδοχμώθησαν ἀκόντων·
  3. χαλκοβαρὴς δʼ ἄγναμπτος ἐτέμνετο φυλλάδι πήληξ.
  4. καί τις Ἀρειμανέων Σατύρων πρόμος ἀνέρα Βάλλων
  5. εὔια ῥῖπτε πέτηλα, νεουτήτου δὲ φορῆος
  6. χάλκεος ἀμπελόεντι χιτὼν ἐσχίζετο κισσῷ.
  7. ἀθρήσας δὲ τάλαντα μάχης ἑτεραλκέι ῥιπῇ
  8. νίκην Ἰνδοφόνοιο προθεσπίζοντα Λυαίου
  9. Ἀστράεις ἀκίχητος ἐχάζετο, πότμον ἀλύξας,
  10. ἐγχείην τανύφυλλον ὑποπτήσσων Διονύσου.
  11. τόφρα δʼ Ἀρισταῖος φυσίζοα φάρμακα πάσσων
  12. Βασσαρίδων ὅλον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ.
  13. τῆς μὲν ἐπὶ πληγῇσι βαλὼν Κενταυρίδα ποίην.
  14. τῆς δὲ βαρυνομένης φονίην ἐκάθηρεν ἐέρσην
  15. αἷμα περιθλίβων· κινυρὴν δʼ ἰήσατο Βάκχην
  16. συντρίψας βοτάνας πολυειδέας ἕλκεσι κούρης,
  17. ἢ ποδὸς ἢ παλάμης ἢ στήθεος ἢ κενεῶνος.