Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- μαρναμένων, ὅθι Ταῦρος· ἐκυκλώσαντο δέ Βάκχαι
- ἀκλινέες στεφανηδὸν ὁμοζυγέων στίχας Ἰνδῶν.
- καὶ θρασὺς αὐλὸς ἔμελπε φόνου μέλος· έν δὲ κυδοιμῷ
- βάκχοι μὲν θεράποντες ἀπειρομόθου Διονύσου
- τυπτόμενοι πελέκεσσι καί ἀμφιτόμοισι μαχαίραις
- πάντες ἔσαν πυργηδὸν ἀπήμονες· ἁβροκόμοι [*](αἰδοκόμοι or ἀνδοκόμοι L in text, Ἰνδοκόμοι written above: ἁβροκόμοι Ludwich, and other conjectures. Graefe suggests Ἰνδογόνοι.) δὲ
- δυσμενέες λεπτοῖσι κατεκτείνοντο πετήλοις·
- ἐξείης δʼ ἐπέπηκτο τανυπτόρθοις ἐνί δένδροις
- Ἰνδῶν πυκνὰ βέλεμνα, καὶ ἔγχεϊ νύσσετο πεύκη
- τηλεπόρῳ, βέβλητο πίτυς, τοξεύετο δάφνη,
- Φοίβου δένδρον ἐοῦσα, καὶ αἰδομένοις ἐνὶ φύλλοις
- πεμπομένων ἐκάλυπτε τανυπτερύγων νέφος ἰῶν,
- μή μιν ἴδῃ βελέεσσιν ὀιστευθεῖσαν Ἀπόλλων.
- καὶ γυμνῇ παλάμῃ σακέων δίχα, νόσφι σιδήρου,
- Βάκχη ῥόπτρα τίνασσε, καὶ ἤριπεν ἀσπιδιώτης·
- τύμπανα δʼ ἐσμαράγησε, καὶ ὠρχήσαντο μαχηταί·
- κύμβαλα δʼ ἐκροτάλιζε, καὶ αὐχένα κύψε Λυαίῳ